Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.270 Joseph. AJ 5.275 (English) >>Joseph. AJ 5.280

5.273

Ἀβδὼν δὲ Ἤλωνος παῖς φυλῆς μὲν τῆς Ἐφραμίτιδος πόλεως δὲ τῆς Φαραθωνιτῶν γεγονώς, αὐτοκράτωρ ἡγεμὼν ἀποδειχθεὶς μετʼ Ἤλωνα μόνης ἂν τῆς εὐπαιδίας μνημονευθείη, μηδὲν ἔργον διὰ τὴν εἰρήνην καὶ τὴν ἄδειαν τῶν πραγμάτων λαμπρὸν μηδʼ αὐτὸς εἰργασμένος. 5.274υἱοὶ δὲ ἦσαν αὐτῷ τεσσαράκοντα καὶ τούτων τὴν γενεὰν καταλιπόντες τριάκοντα, ἤλαυνέ τε σὺν αὐτοῖς οὖσιν ἑβδομήκοντα πᾶσιν ἱππάζειν ἀρίστοις γεγενημένοις, καὶ πάντας ὑπὲρ γῆς ἀπολιπὼν θνήσκει γηραιὸς καὶ ταφῆς ἐν Φαραθῷ λαμπρᾶς τυγχάνει. 5.275

Μετὰ δὲ τοῦτον Παλαιστῖνοι τελευτήσαντα κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ φόρους παρʼ αὐτῶν ἐλάμβανον ἐπʼ ἔτη τεσσαράκοντα. ταύτης δʼ ἐλευθεροῦνται τῆς ἀνάγκης τούτῳ τῷ τρόπῳ· 5.276

Μανώχης τις Δανιτῶν ἐν ὀλίγοις ἄριστος καὶ τῆς πατρίδος ὁμολογούμενος πρῶτος εἶχε γύναιον ἐπʼ εὐμορφίᾳ περίβλεπτον καὶ τῶν κατʼ αὐτὸ διαφέρον. παίδων δʼ οὐ γινομένων αὐτῷ δυσφορῶν ἐπὶ τῇ ἀπαιδίᾳ θεὸν ἱκέτευεν ἐπὶ τὸ προάστειον συνεχῶς φοιτῶν μετὰ τῆς γυναικὸς δοῦναι διαδοχὴν αὐτοῖς γνησίαν· μέγα δέ ἐστι τοῦτο πεδίον. 5.277ἦν δὲ καὶ μανιώδης ὑπʼ ἔρωτος ἐπὶ τῇ γυναικὶ καὶ διὰ τοῦτο ζηλότυπος ἀκρατῶς. μονωθείσῃ δὲ τῇ γυναικὶ φάντασμα ἐπιφαίνεται τοῦ θεοῦ νεανίᾳ καλῷ παραπλήσιον μεγάλῳ καὶ εὐαγγελιζόμενον αὐτῇ παιδὸς γονὴν κατὰ θεοῦ πρόνοιαν καλοῦ τε καὶ ῥώμην ἐπιφανοῦς, ὑφʼ πονήσειν Παλαιστίνους ἀνδρουμένῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.270 Joseph. AJ 5.275 (English) >>Joseph. AJ 5.280

Powered by PhiloLogic